Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 11.199 Joseph. AJ 11.204 (English) >>Joseph. AJ 11.209

11.202 δὲ πλησιάζων εὐθὺς ἀπέπεμπεν πρὸς τὸν εὐνοῦχον. ἀφικομένης δὲ τῆς Ἐσθήρας πρὸς αὐτὸν ἡσθεὶς αὐτῇ καὶ πεσὼν τῆς κόρης εἰς ἔρωτα νομίμως αὐτὴν ἄγεται γυναῖκα καὶ γάμους αὐτῇ ποιεῖται δωδεκάτῳ μηνὶ ἑβδόμου ἔτους τῆς αὐτοῦ βασιλείας, Ἀδέρῳ δὲ καλουμένῳ. 11.203διέπεμψε δὲ τοὺς ἀγγάρους λεγομένους εἰς πᾶν ἔθνος ἑορτάζειν τοὺς γάμους παραγγέλλων, αὐτὸς δὲ Πέρσας καὶ τοὺς Μήδους καὶ τοὺς πρώτους τῶν ἐθνῶν ἑστιᾷ ἐπὶ μῆνα ὅλον ὑπὲρ τῶν γάμων αὐτοῦ, εἰσελθούσῃ δὲ εἰς τὸ βασίλειον περιτίθησι τὸ διάδημα, καὶ συνῴκησεν οὕτως Ἐσθήρα μὴ ποιήσασα φανερὸν αὐτῷ τὸ ἔθνος, ἐξ οὗπερ εἴη τυγχάνουσα. 11.204μεταβὰς δὲ θεῖος αὐτῆς ἐκ Βαβυλῶνος εἰς Σοῦσα τῆς Περσίδος αὐτόθι διῆγεν ἑκάστης ἡμέρας πρὸς τοῖς βασιλείοις διατρίβων καὶ πυνθανόμενος περὶ τῆς κόρης, τίνα διάγει τρόπον· ἔστεργεν γὰρ αὐτὴν ὡς αὑτοῦ θυγατέρα. 11.205

Ἔθηκε δὲ καὶ νόμον βασιλεὺς ὥστε μηδένα τῶν ἰδίων αὐτῷ προσιέναι μὴ κληθέντα, ὁπηνίκα ἐπὶ τοῦ θρόνου καθέζοιτο. περιεστήκεσαν δὲ τὸν θρόνον αὐτοῦ πελέκεις ἔχοντες ἄνθρωποι πρὸς τὸ κολάζειν τοὺς προσιόντας ἀκλήτους τῷ θρόνῳ. 11.206καθῆστο μέντοι λύγον χρυσέαν ἔχων αὐτὸς βασιλεύς, ἣν ὅτε τινὰ σώζειν ἤθελεν τῶν ἀκλήτων προσιόντων ἐξέτεινεν πρὸς αὐτόν· δὲ ἁπτόμενος αὐτῆς ἀκίνδυνος ἦν. καὶ περὶ μὲν τούτων ἀρκούντως ἡμῖν δεδήλωται.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 11.199 Joseph. AJ 11.204 (English) >>Joseph. AJ 11.209

Powered by PhiloLogic